Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.41
Not analysed yet
οὐ προσέθηκεν αὐταῖς τὸ φυσῶδες. "τὰ" γὰρ "ψυχρά", φησίν, "οἷον χιών, κρύσταλλος, στήθει πολέμια, βηχῶν κινητικά, αἱμορροϊκὰ καὶ καταρροϊκά". διδάσκει δὲ καὶ <κατὰ> τὴν νῦν προκειμένην ἡμῖν ῥῆσιν καὶ κατὰ τὸν εἰρημένον Ἀφορισμὸν οὐχ ἁπλῶς ὅσα γίνεται διὰ τὸ ψυχρόν, ἀλλ' ὅσα διὰ τὸ λίαν ψυχρόν, ἐνταῦθα μὲν εἰπὼν τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικόν, ἐν δὲ τοῖς Ἀφορισμοῖς τὸ "οἷον χιών, κρύσταλλος". ὅτι δὲ μετέχειν τινὸς δεῖται θερμασίας τὰ φυσώμενα, καθάπερ γε καὶ τὰ <ξηραινόμενα>, πολλάκις ἤδη μεμαθήκατε. Τὸ μετ' οὔρησιν σύναγμα παιδίοισι μᾶλλον, ἆρα ὅτι θερμότερα; Ὅτι μὲν ὁ λόγος ὅδε περὶ τῶν λιθιώντων παιδίων ἐστὶν ἅπαντες εἰρήκασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον, οὐ μὴν τὸ διὰ τί προσέθηκε τὸ μετ' οὔρησιν, ἐνὸν ἁπλῶς γράψαι τὸ σύναγμα παιδίοισιν, ἐπεσκέψαντο, καθάπερ οὐδὲ διὰ |