Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.47
Not analysed yet
τοίνυν ἔνια τῶν οὐκ ἀναγκαίων εἰς τὴν προκειμένην ῥῆσιν ᾐτιολόγηται, προσθῶ<μεν> ἔτι τὴν περὶ τοῦ πάχους τῶν οὔρων ἐν τοῖς παιδίοις αἰτίαν. ἔστι δὲ ἥδε τό τ' ἀδδηφάγον αὐτῶν καὶ τὸ μετὰ τροφὴν κινεῖσθαι παίζοντα καὶ σκιρτῶντα, τοῖς δὲ θηλάζουσι καὶ ἡ ὕλη συντελεῖ. παχὺ γὰρ φύσει τὸ γάλα καὶ πρὸς λίθων γένεσιν ἐπιτηδειότατον, ἀμέλει καὶ τῶν τελείων τοῖς πλεονάζουσιν ἐν τυρῶν ἐδωδῇ λίθους ἐν νεφροῖς γεννωμένους ἔγνωμεν πολλάκις. Τὰ σχήματα τὰ ῥηΐζοντα, οἷον ὁ τὰ κλήματα τῇ χειρὶ πλέκων καὶ στρέφων, ὑπεροδυνάων κατακείμενος, λαβόμενος πασσάλου ἄκρου ὑπερπεπηγότος εἴχετο καὶ ἐρρήϊσεν. Αὐτὸ μὲν τὸ λεγόμενον εὔδηλόν ἐστιν. αἰτίαν δὲ αὐτοῦ χαλεπὸν εἰπεῖν, ὅτι μηδὲν ὁ Ἱπποκράτης ἔγραψε, καίτοι δυνάμενος, ἤτοι γε ἐξαιφνίδιον αὐτῷ γενέσθαι τὴν ὀδύνην |