Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.48
Not analysed yet
εἰπὼν ἢ κατὰ βραχὺ λαβεῖν τὴν αὔξησιν ἄρξασθαί τε ἐνεργοῦντι περὶ τὴν τῶν κλημάτων πλοκὴν ἢ μετ' αὐτὴν εὐθέως ἢ κατ' ἄλλον τινὰ χρόνον τῆς ἡμέρας ἢ τῆς νυκτός. ἀλλ' οὐδὲ τί μόριον ἦν, ᾧπερ ἡ ὀδύνη, λέλεκται. τὴν χεῖρα δὲ ἡγοῦνται διὰ τὸ τοῦ παττάλου λαμβανόμενον αὐτὸν ὠφεληθῆναι. εἰ μὲν οὖν ἐκοπώθη στρέφων αὐτὸς τὰ κλήματα, ἀπίθανον οὐκ ἂν εἴη διὰ σχήματος αὐτὸν τοιούτου ῥαΐσαι. τὸ γὰρ ἀνώδυνον τῆς χειρὸς σχῆμα δέδεικται διά τε τοῦ Περὶ ἀγμῶν καὶ τοῦ Κατ' ἰητρεῖον, ὁποῖόν ἐστιν. εἰ δέ τις ἐν τῷ περιστρέφειν τὴν χεῖρα διαστροφὴ μυὸς ἐγένετο περὶ τὸν ἄνθρωπον ἢ καὶ πνεῦμα φυσῶδες ἐναπελείφθη μεταξὺ δυοῖν μυῶν οὐκ ἔχον διέξοδον, εἰκὸς ἦν ἐν ἐπιτηδείῳ σχήματι, καθ' ὃ κενωθῆναι ξυνέβη τὸ πνεῦμα, ῥαΐσαι τὰ περιωδυνῶντα. |