Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.50
Not analysed yet
τα, πότερον ἀκίνητα †ἀλγεῖν, μὴ πάσχοντα (καὶ γὰρ τοῦτ' εἴρηταί τισιν ἀπιθάνως) <ἢ>, ὅπερ ἐστὶ πιθανώτερον, ἀκρατῶς ἔχοντα τῶν σκελῶν ἐν τῷ βαδίζειν, <ὥσθ'> ὁμοίαν γίνεσθαι τὴν περιφορὰν αὐτῶν τοῖς ῥίπτουσι πρὸς τὴν ἔξω χώραν οὐκ ἰσχυρῶς αὐτά. ἀλλ' οὐδ' ὅτι κνήμας ἤτοι γε ἀμφοτέρας ἢ τὴν ἑτέραν ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα φέρει τινὰ τοῖς ἀκούσασιν ἡμῖν ὠφέλειαν, ὥσπερ οὐδὲ αὐτῷ τῷ Ἱπποκράτει πρὸς ἀνάμνησιν. οὐ γὰρ σπανίως, ἀλλὰ πολλάκις φαίνεται τὰ τοιαῦτα γινόμενά τε καὶ γινωσκόμενα σαφῶς τοῖς ἰατροῖς ἅπασιν. τί δὴ οὖν ἐστι, δι' ὃ τοῦτ' ἔγραψεν, ἐγὼ πειράσομαι δηλῶσαι, τὴν ὅλην ῥῆσιν εἰπὼν πρότερον ἑτέρᾳ λέξει σαφεστέρᾳ τε καὶ συντομωτέρᾳ τῶν περιττῶν ἀφαιρεθέντων· "παραλυόμενός τις τὰ σκέλη τὰ μὲν κατὰ μηροὺς ἐλεπτύνετο μᾶλλον τῶν κατὰ τὰς κνήμας. οὖρα μέντοι καὶ γονὴ οὐκ ἐπεσχέθησαν αὐτῷ." τοῦτ' οὖν ἐστι χρήσιμον εἰς τὸ γινώσκειν ἡμᾶς, ἀλλ' ἴσως ἐρήσεταί τις, τί φησιν ὃ γέγραπται κατὰ τὸ Περὶ τῶν ἄρθρων βιβλίον· "ἐπεί τοι πολὺ πλέονες σκελέων τε καὶ χειρῶν ἀκρατέες |