Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.51
Not analysed yet
γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα ἴσχεται αὐτέοισιν, οἷς ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε εἴσω μήτε ἔξω, σεισθῶσι δὲ ἰσχυρῶς εἰς τὴν εὐθυωρίαν τῆς ῥάχεως." ἐκ ταύτης τῆς ῥήσεως ὁρμηθέντες τινὲς ἀπεφήναντο διὰ τῶν νεύρων παράλυσιν ἐπὶ τοῦ νωτιαίου πάθει γίνεσθαι ταῦτα τὰ συμπτώματα, μὴ προσέχοντες, ὅτι τῶν σπονδύλων μετακινηθέντων ἐκ τῆς κατὰ φύσιν ἕδρας καὶ τῷ τῆς συμπαθείας λόγῳ φλεγμονὰς μὲν τὸ πρῶτον, ὕστερον δὲ καὶ σκιρρώδεις ὄγκους ἐγρασαμένων περὶ τὴν κύστιν καὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον αἱ φυσικαὶ τῶν ὀργάνων τούτων ἐνέργειαι βλάπτονται, δι' ἃς ἴσχεται τὰ πρότερον ὑπ' αὐτῶν ἐκκρινόμενα. τῶν μέντοι νεύρων βλαβέντων μόνων ἄνευ τοῦ συμπαθῆσαί τι τῶν εἰρημένων ὀργάνων οὐ τὰς φυσικὰς ἐνεργείας, ἀλλὰ τὰς προαιρετικὰς συμβαίνει κακοῦσθαι. καὶ διὰ τοῦτο χωρὶς προαιρέσεως ἐκρεῖ τὸ οὖρον αὐτοῖς καὶ ἡ κόπρος, ὅταν γε συντελεσθῇ τῶν νεύρων ἡ παράλυσις, ὅσα φέρεται πρὸς τοὺς ἐπὶ τοῖς πέρασι τῆς κύστεως καὶ <τοῦ> ἀπευθυσμένου μῦς, ὑφ' ὧν κλείεταί τε καὶ |