Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.55
Not analysed yet
χθαι πρὸς Ἱπποκράτους ἀφορμὴν δή<πουθεν> οὐκ ἄν τις ἄπο τρόπου φαίη. τίς οὖν ἐστιν αὕτη; τῆς ἐμφύτου θερμασίας, ἥτις ἐκ τῆς καρδίας ἔχει τὴν ἀρχὴν, ἡ ἀρρωστία. μεμάθηκας <δ',> ὥσπερ ἐγκεφάλῳ <μεγάλῳ> μὲν ὑπάρχοντι κεφαλὴ συναύξεται, σμικρῷ δ' ὄντι συνσμικρύνεται, κατὰ τὸν αὐτὸν λόγον καὶ τῇ καρδίᾳ συναύξεσθαί τε καὶ συμμειοῦσθαι τὸν θώρακα, τὴν καρδίαν δὲ αὐτὴν σμικρὰν γίνεσθαι πρὸς τῆς ἀρρωστίας τῆς ζωτικῆς δυνάμεως, ἧς οὐσίαν εἶναι τὸ ἔμφυτον θερμόν. ὅταν οὖν ἄρρωστος αὐτὴ φύσει τινὶ γένηται ἐξ ἀρχῆς, τουτέστιν ἐκ τῆς πρώτης διαπλάσεως, ἀναγκαῖόν ἐστι καὶ τὴν καρδίαν γενέσθαι μικρὰν καὶ τὸν θώρακα. τοῦ δὲ τρεῖς ἀρχὰς εἶναι τὰς διοικούσας τὸ ζῷον ἔμαθες τὰς ἀποδείξεις ἐν τῇ Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων πραγματείᾳ. τοὺς δ' οἰηθέντας ἀφορμὰς λέγεσθαι τοὺς πρωτοπαθοῦντας τόπους πολλὰ περί τε τὴν ἐξήγησιν τῆς προκειμένης ῥήσεως εὑρήσεις ἁμαρτάνοντας κἀν τῷ προσυπακούειν ἡμᾶς ἀξιοῦν οὐ λέξιν τινὰ μίαν, ἀλλὰ λόγον ὅλον, ὡς εἰ καὶ οὕτως