Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.56
Not analysed yet
ἡ ῥῆσις εἴρητο· ὅσαι πτερυγώδεες φύσιες |πλευρέων δι' ἀδυναμίαν τῆς ἀφορμῆς ἐν τοῖσι κατάρροισι τοῖσι κακοήθεσι, μάλιστα φθίσεσιν ἁλίσκονται καὶ ἢν ἔκκρισις εἴη καὶ ἢ<ν> μὴ εἴη, κακόν. ***Ἐπὶ τοῖσι κατάρροισι τοῖσι κακοήθεσιν καὶ εἰ ἔκκρισις εἴη, καὶ εἰ μὴ εἴη, κακόν. Πολλῶν εἰρημένων τοῖς ἐξηγηταῖς εἰς τήνδε τὴν ῥῆσιν αὐταρκές ἐστι τὸ δοκοῦν ἀληθέστατόν γ' ἐμοὶ καὶ ὠφελιμώτατον εἶναι τοῖς μανθάνουσι τὴν ἰατρικὴν τέχνην ὑποτυπῶσαι μόνον ὡς οἷόν τε διὰ βραχυτάτων. τοὺς τοίνυν ἀπὸ κεφαλῆς εἰς τὸν πνεύμονα γινομένους κατάρρους τηνικαῦτα νομιστέον εἶναι κακοήθεις, ὅταν λεπτὰ καὶ διαβρωτικὰ ταῖς δυνάμεσιν ᾖ τὰ καταρρέοντα. ταῦτ' οὖν οὔτε μένειν ἐν τῷ πνεύμονι προσήκει, μέχρι περ ἂν πεφθέντα παχυνθῇ, καθάπερ τὰ ἄλλα ῥεύματα τὰ λεπτὰ μὲν, οὐκ ἔχοντα δὲ τὸ διαβρωτικόν τε καὶ δύσπεπτον, οὔτ' εὐθέως ἐκκρίνεσθαι. μένοντα γὰρ ἔνδον οὐ πέττεται ῥᾳδίως καὶ φθάνει γε τὸ σπλάγχνον ἑλκοῦν, ἐκκρινόμενα δὲ βῆχας ἐργάζεται συντόνους, ἐφ' αἷς ἥ τε κεφαλὴ πληροῦται αὐτή τε πάλιν καταπέμπει τῷ πνεύμονι κατάρρουν, εἰς κίνδυνόν τε τοῦ ῥαγῆναί τι τῶν κατ' αὐτὸν ἀγγείων ἀφικνεῖται διὰ τὴν ἐπὶ τῇ βηχὶ συντονίαν εἰωθυῖαν |