Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.58
Not analysed yet
Τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐξηγήμεθα κατά τε τοὺς Ἀφορισμοὺς καὶ τὸ δεύτερον τῶν Ἐπιδημιῶν. τὸ δ' ἐπὶ τῇ τελευτῇ προσκείμενον οὐκ ὀλίγα πράγματα παρέσχηκε τοῖς ἐξηγησαμένοις τὸ βιβλίον. ἄλλος γοῦν ἄλλως αὐτὰ γράφει, δηλοῦντες ἅπαντες, ὡς οὐχ οἷόν τ' ἐστὶ πιθανῶς ἐξηγήσασθαι τὴν ῥῆσιν, ἐάν γε τὴν ἀρχαίαν φυλάττῃ <τις> γραφήν. ἐκείνη μὲν οὖν ἐστι τοιάδε· <ἀφ' ὧν δὲ ἄλλων ῥιγέουσιν, ἴσως ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων. >ἐξ αὐτῆς δέ τινες τὸ ἴσως ἑλκέων ὑπαλλάξαντες ἔγραψαν "ὡς ἑλκέων", ἵν' ᾖ παράδειγμα τοῦτ' αὐτὸ τῶν ἄλλων. οὐ γὰρ ἀφ' ἑλκῶν μόνον, ἀλλὰ καὶ ἀποστημάτων εἰς πῦον μεταβαλόντων ῥιγοῦσι. καὶ μέντοι καὶ καυθέντες τινὲς καὶ τμηθέντες ἐρρίγωσαν ἐπί τε τῇ καύσει καὶ τῇ τομῇ. τινὰς δ' ἐθεασάμην διὰ δριμὺ φάρμακον ἐπιτεθὲν ἕλκει ῥιγώσαντας. ἀλλὰ πάντα τὰ τοιαῦτα ῥίγη φαινόμενον ἔχει τὸ προκατάρχον αἴτιον. ἕτερα δ' ἐστὶν ἐν τριταίοις καὶ τεταρταίοις πυρετοῖς καὶ πολλάκις ἅμα κρίσει γινόμενα χωρὶς αἰτίας φανερᾶς, ἐφ' ὧν φασιν εἰρῆσθαι τὸ ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον καὶ τὰ ἄλλα ἐφεξῆς.