Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.57
Not analysed yet
γίνεσθαι τοῖς μὴ ῥᾳδίως ἀναπτύουσι τὰ ἐκ τοῦ πνεύμονος ὑγρὰ λεπτὰ καὶ ὑδατώδη κατὰ τὴν σύστασιν ὄντα. γίνεται μὲν γὰρ ἡ ἄνοδος αὐτοῖς ἀναφερομένοις ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἐκπεμπομένου πνεύματος, ὅταν δ' ᾖ λεπτὰ καὶ ὑδατώδη, περισχίζεταί τε ταῦτα καὶ ἀντικαταφέρεται, μὴ φθάνοντα διεξελθεῖν ὅλην τὴν τραχεῖαν ἀρτηρίαν. ἀληθὲς οὖν ἐστι τὸ βλάβην ἕπεσθαι καὶ μένουσι κατὰ τὸν πνεύμονα τοῖς τοιούτοις ὑγροῖς καὶ κενουμένοις. Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀσφύος καὶ διὰ νώτου <τότε> ἐς κεφαλήν. ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον ἢ ἔμπροσθεν. φρίσσουσι τὰ ἔξω<θεν> μᾶλλον ἢ τὰ ἔνδον, οἷον πήχεων, μηρῶν. ἀτὰρ καὶ τὸ δέρμα ἀραιόν, δηλοῖ δὲ ἡ θρίξ. ἀφ' ὧν δὲ ἄλλων ῥιγέουσιν, ἴσως ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων. |