Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.60
Not analysed yet
ἀντὶ |τῶν ἀγγείων ἔγραψαν "ἐναντίων", ἵν', ἐφ' ὧν <ἂν> ὁ πεπονθὼς τόπος αἴτιος γίνηται τοῦ ῥίγους, ἕλκων ἐφ' ἑαυτὸν, ὥς φασι, κατ' ἐκεῖνον τὸν χρόνον ἐν ᾧ ῥιγοῦσι τὸ ἐκ παντὸς τοῦ σώματος αἷμα, φανεῖται τὸ ῥῖγος ἐκ τῶν "ἐναντίων" τοῖς πεπονθόσι μορίοις ἀρχόμενον, "ἐναντία" καλοῦντος αὐτοῦ τοῖς μὲν ἄνω τὰ κάτω, τοῖς δ' ἀριστεροῖς τὰ δεξιά. δῆλον οὖν γέγονε τοῖς γε προσέχουσι τὸν νοῦν ὡς ἐξ αὐτῶν ὧν μεταγράφουσιν ἐπ' ἐναντιωτάτας ἀποφάσεις ἄγουσι τὸν λόγον, ἔνιοι μὲν ἐκ τῶν πεπονθότων μορίων ἄρχεσθαι τὰ ῥίγη λέγοντες, ἔνιοι δ' ἐκ τῶν ἐναντίων αὐτοῖς, ἅπερ, ὡς αὐτοί φασι, τὰ πορρωτάτω. περὶ μὲν οὖν αἰτίας, ὡς εἴρηται πολλάκις, ἔξεστι τῷ βουλομένῳ λέγειν ὡς ἂν <ἐ>θέλῃ, τὰ φαινόμενα δὲ ἐναργῶς οὐκ ἔξεστιν. ἀνατραπήσονται γὰρ οὕτως αἱ τέχναι πᾶσαι καὶ τῶν ἀνθρώπων ὁ βίος. φαίνεται δ', ὡς ἐν Ἀφορισμοῖς ἐδίδαξε, τὰ ῥίγη πάντα τὴν ἀρχὴν ἐξ ὀσφύος τε καὶ νώτου λαμβάνοντα. καὶ τουτὶ τὸ νῦν προσκείμενον ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰ μὲν οὖν ὁ συνθεὶς τὸ βιβλίον, ὡς λέγουσι, Θεσσαλὸς ὁ τοῦ |