Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.61
Not analysed yet
Ἱπποκράτους υἱὸς ἐν τοῖς τοῦ πατρὸς ὑπομνήμασιν εὑρὼν ἐξεγράψατο, κακῶς ἐποίησεν ἐγγράψας αὐτὸ τῷ βιβλίῳ. τὰ γὰρ ὑπὸ τοῦ πατρὸς κεκριμένα χρόνῳ πολλῷ καὶ διὰ τῶν Ἀφορισμῶν εἰς ἀπόφασιν καθολικὴν ἠγμένα βεβαιότερα νομίζειν αὐτὸν ἐχρῆν εἶναι τῶν, ὁπότ' ἐζήτει, πρόσθεν οὐδέπω γινωσκομένων. εἰ δ' αὐτὸς ἐξ αὑτοῦ προσέγραψε τοῦτο, πολὺ χεῖρον ἔπραξε, τὴν τοῦ πατρὸς ἀπόφασιν καθολικὴν διαστρέψας ἐπὶ τὸ φαῦλον. εἰ δ' ἄλλος τις τῶν μετὰ Θεσσαλὸν <παρεν>έγραψε τῷ βιβλίῳ τοῦτο, κακῶς ἐκεῖνος ἐποίησεν. καὶ γὰρ, ὡς εἴρηται πολλάκις, ἡ πεῖρα κριτής ἐστι τῶν ἐναργῶς φαινομένων, οὐχ ὁ λόγος, ὃν ἂν ἕκαστος ἑαυτῷ πιθανῶς ἀναπλάσῃ. τοῦ <μὲν> γὰρ ὅτι δὴ γίνεται τόδε τι συμφωνηθέντος <τὴν αἰτίαν> ὁ λόγος ζητεῖ καὶ διατείνεται· τοῦ δ' <οὐδ'> ὅλως φαινομένου γίνεσθαι ληρῶδές ἐστιν ὡς γενομένου λέγειν αἰτίαν. εἴρηται δὲ καὶ ἄλλα τινὰ τοῖς ἐξηγηταῖς εἰς τὴν προκειμένην ῥῆσιν. ἀλλ' ἔγωγε πολλάκις ἤδη παρῃτησάμην ἁπάντων μεμνῆσθαι, καὶ μάλισθ'