Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.63
Not analysed yet
τάς τε φαινομένας ὁμοιότητας |καὶ τὰς δοκούσας ἀνομοιότητας εἶναι καὶ τἄλλα τὰ διὰ τῆς ῥήσεως εἰρημένα καλῶς εὑρίσκῃ, θεραπεύειν οὕτως δυνήσεται κάλλιστα. σκεψώμεθα οὖν ἅπαντα τὰ κατὰ μέρος, ἀναμιμνῄσκοντες μὲν ὅσα δι' ἄλλων ἐπὶ πλέον ἐξειργάσμεθα, προστιθέντες δ' αὐτοῖς εἴ τι λείποι. τὸ μὲν οὖν ἐπίστασθαι τὴν ἐκ τῆς πρώτης γενέσεως ἑκάστου τῶν θεραπευομένων φύσιν εἴρηται καὶ δέδεικται πολλάκις, ὅπως ἄν τις κάλλιστα πράττοι. δέδεικται δ' οὐδὲν ἧττον ἃ χρὴ περί τε τῶν πεπονθότων τόπων καὶ τῶν [συμπαθότων τόπων καὶ τῶν] συμπαθούντων αὐτοῖς ἐπίστασθαί τε καὶ διαγινώσκειν ἀκριβῶς ἐπὶ τῶν νοσούντων, ὥσπερ γε καὶ περὶ τῶν αἰτίων ὅσα γε προκατάρχοντα καλοῦσι καὶ ὅσα προηγούμενα καὶ ὅσα συνεκτικά. δέδεικται δὲ καὶ κατ' αὐτὸ τοῦτο τὸ βιβλίον, ἡνίκα ἔλεγεν "ἡ περὶ τὸν κάμνοντα οἰκονομίη", τίνα χρησίμως ἄν τις ἐκ τῶν τοῦ κάμνοντος λόγων ἀθροίσειεν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος ἐν αὐτῇ θεωρουμένων ἐπισκοπούμενον τὰς ἀνομοιότητας εἰς μίαν ἄγειν καθόλου τε καὶ κοινὴν ὁμοιότητα προσήκει, τὰ πλεῖστα |