Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.62
Not analysed yet
ὅταν αὐτῶν |τὰ πιθανώτατα δόξαντα εἶναι βασανιζόμενα φαίνηται ψευδῆ. Κεφάλαιον ἐκ τῆς γενέσιος καὶ ἀφορμῆς καὶ πλείστων λόγων καὶ κατὰ μικρὸν γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα, εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν, <αὖθις τὰς ἀνομοιότητας τούτοισιν, εἰ ὅμοιαι ἀλλήλῃσίν> εἰσιν, <ὡς> ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία. οὕτως ἂν εἴη ὁδός, οὕτως καὶ τῶν ὀρθῶς ἐχόντων δοκιμασίη καὶ τῶν μὴ ἐχόντων ἔλεγχος. Οὐ τὸ προστάττειν ἃ νῦν εἶπεν, ἀλλὰ τὸ πράττειν ἐπὶ τῶν νοσούντων αὐτὰ δύσκολον. ὅλως γοῦν τῆς τέχνης τὸ κεφάλαιον ἐν αὐτοῖς ἐστιν. ἐὰν γάρ τις ἀκριβῶς εἰδῇ τήν τ' ἐκ <τῆς> πρώτης γενέσεως φύσιν τοῦ νοσοῦντος, ἐκ τίνος τε νῦν αἰτίας νοσεῖ καὶ διὰ πολλῶν λόγων κατὰ μικρὸν γινωσκομένων ἐπισκοπούμενος