Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.65
Not analysed yet
βάνει. καλῶς οὖν εἶπεν· αὕτη γὰρ ἡ ὁδὸς ὀρθὴ κατὰ πᾶσαν δηλονότι τέχνης σύστασίν ἐστιν, ὡς ἔμαθες. κεκλήκασι δὲ οὐχ ὁδόν, ἀλλὰ μέθοδον οἱ μεθ' Ἱπποκράτην τὴν τοιαύτην ὁδόν, ἐξ ἧς καὶ τῶν ὀρθῶς εὑρισκομένων τε καὶ γιν<ωσκ>ομένων ἐν ταῖς τέχναις ἡ δοκιμασία καὶ τῶν οὐκ ὀρθῶς ἐχόντων ὁ ἔλεγχος γίνεται. Αἱμορραγίη ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν ἢ τοῖσιν ἐρυθροχλώροισιν ἢ τοῖσιν ὑποχλώροισιν. Οὐ πρόσκειται τῷ λόγῳ, πότερον γίνεται μᾶλλον ἐν ταῖς νόσοις ἐκ ῥινῶν αἱμορραγία τοῖς εἰρημένοις ἢ μᾶλλον τῶν ἄλλων ὠφελεῖ τούτους. ἀλλ' οὐδὲ τίνας λέγει τοὺς ὑποχλωρομέλανας εὔδηλόν ἐστιν. ὡς γὰρ εἶπον ἤδη πολλάκις, εἰώθασιν οἱ Ἕλληνες ἐπὶ τῶν φυτῶν τὸ χλωρὸν λέγειν ἀπὸ τῆς χλόης καὶ τοῦ ταύτης χρώματος