Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.66
Not analysed yet
ὡς τὰ πολλά, κατα|χρώμενοι δὲ καὶ πᾶν τὸ εὐσθενοῦν καὶ τὴν οἰκείαν ἔχον εὐεξίαν οὕτως ὀνομάζουσιν. ἔστι δ' ὅτε καὶ τοὺς ὠχροὺς προσαγορεύουσι χλωρούς, <διὸ> καὶ νῦν οὕτω δοκεῖ <τισι> τῶν ἐξηγητῶν ὁ Ἱπποκράτης εἰρηκέναι χλωρομέλασιν, ὡς εἰ καὶ "ὠχρομέλασιν" εἶπεν. αὐτοὺς δὲ τούτους ἔνιοι μὲν ἐπιτηδειοτέρους εἶναι πρὸς αἱμορραγίαν φασὶ διὰ τὴν ἐπιμιξίαν τῆς ὠχρᾶς χολῆς, ὡς ἀναστομῶσαι δυναμένης ἀγγεῖον <διὰ> τὴν δριμύτητα, τινὲς δὲ ὠφελεῖσθαι μᾶλλον διὰ τὸ μοχθηροὺς ἔχειν χυμοὺς κενώσεως δεομένους. ὡσαύτως δὲ κἀπὶ τῶν ἐρυθροχλώρων διέστησαν, οἱ μὲν ἑτοιμοτέρους εἰρῆσθαι πρὸς αἱμορραγίαν αὐτοὺς φάσκοντες, οἱ δὲ ὠφελεῖσθαι μᾶλλον. ἐπ' ἀμφοτέρων δὲ κοινὸν μὲν τὸ πλεονάζειν τὴν ὠχρὰν χολήν, οὐ κοινὸν δὲ τὸ μελαγχολικώτερον μὲν αὐτῇ μεμεῖχθαι χυμὸν ἐν τοῖς χλωρομέλασιν, αἱματικώτερον δ' ἐν τοῖς ἐρυθροχλώροις. ἔνιοι δὲ "ἐρυθροχρόους" γράφουσι διὰ τοῦ ρ, τοὺς τὴν ἐρυθρὰν ἔχοντας χρόαν δηλοῦσθαι βουλόμενοι. τρίτων δὲ εἰρημένων τῶν ὑπο- |