Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.68
Not analysed yet
ἀκούειν τὸ "βρα|χίονα ὑφέντα" λελέχθαι περὶ τῆς ἀπ' ἀγκῶνος φλεβοτομίας. ἐγὼ δὲ τὴν μὲν τοιαύτην φλεβοτομίαν ὠφελοῦσαν ἱκανῶς οἶδα τὴν ἐκ ῥινὸς αἱμορραγίαν ἀμέτρως γινομένην, ἀντισπᾷ γὰρ αὐτὴν καὶ κωλύει γίνεσθαι. οὐ μὴν τήν γε τοῦ Ἱπποκράτους ῥῆσιν ὁρῶ τοῦτο δηλοῦσαν, ἀλλὰ τὸ βραχέα ὑφέντα λέγειν ἔοικεν, ὡς οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἤκουσαν, ἐπὶ τοῦ συγχωρήσαντας βραχέα τῇ ῥύσει τοῦ αἵματος, οὕτως καὶ ἐπὶ τὸ παχύνειν αὐτὸ μεταβαίνειν. ἐπεὶ δ' οὐχ ἁπλῶς εἶπε παχῦναι, ***οὐ μεθ' ὑγρότητος, ἀλλὰ μετὰ ξηρότητος τὸ αἷμα, τινὲς [δὲ] παχῦναι ξηρῷ κατὰ δοτικὴν πτῶσιν γράψαντες ὑπακοῦσαί φασι χρῆναι "τῷ φαρμάκῳ". τοῦτο γὰρ κἀκ τῶν ἐπιφερομένων δηλοῦσθαι. τοῖς δ' <ἐξ>ηγουμένοις συμβουλὴν εἶναι περὶ τῶν συνεχῶς αἱμορραγούντων οὐκ ἐν νόσοις, ἀλλὰ [ἀν] ὀρθοστάδην ἐπὶ τῆς διαίτης ὁ λόγος ἀποφαίνεσθαι δοκεῖ, κελεύσαντος αὐτοῦ ἐκ τῶν παχυνόντων μετὰ ξηρότητος εὔχυμον τούτοις ἐργάζεσθαι, χόνδρον <δὲ>