Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.69
Not analysed yet
καὶ ἄμυλον εἶναι λέγουσι |ταῦτα καὶ γάλα καὶ τυρὸν νέον καὶ χοίρεια κρέα καὶ μάλιστα τῶν γαλαθηνῶν ἀρνῶν, πρὸς τούτοις δὲ καὶ ἐρίφων. οἱ δὲ περὶ τῶν ἐν νόσοις αἱμορραγούντων εἰρῆσθαι βουλόμενοι τὸν λόγον συμβουλεύειν αὐτόν φασι παχύνειν τὸ αἷμα χωρὶς τροφῆς. τοῦτο γὰρ σημαίνειν τὸ ξηρῶς, ἐπειδὴ συμπέττειν βούλεται τὴν κακοχυμίαν, εἰς τὴν πέψιν δὲ συντελεῖν καὶ τὴν τῶν πεπτικῶν φαρμάκων χρῆ<σιν>, ὅταν ᾖ στύφοντα. καὶ γὰρ καὶ ταῦτα παχύνουσι τὸ αἷμα, καθάπερ καὶ ἡ πέψις. εἴρηται δ' ἐφεξῆς αὐτῷ τῶν τοιούτων φαρμάκων παράδειγμα. τινὲς δ' οὐ ξηρῶς εἰς τὸ ς τελευτώσης τῆς λέξεως, ἀλλ' εἰς τὸ ω γράφουσι "ξηρῷ", φάσκοντες αὐτὸν κελεύειν παχύνειν τὸ διὰ τῆς ῥινὸς ἐκκενούμενον ἐν τῇ αἱμορραγίᾳ αἷμα ξηρῷ τῷ φαρμάκῳ. Τοῖσι δ' ἑτέροισιν ἧσσον παχυσμόν. |