Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.77
Not analysed yet
εἰς οἴνου πόσιν |ἢ ἐξ οἴνου πόσεως εἰς ὑδροποσίαν, ἐπί τε τῶν ἄλλων ἁπάντων ὡσαύτως. οὗτος μὲν οὖν ὁ λόγος ἀληθής ἐστιν ἅμα καὶ πολλάκις ὑφ' Ἱπποκράτους εἰρημένος. οὐκ οἶδα δὲ τί παθόντες ἔνιοί φασι χρῆναι προσυπακοῦσαι τῷ αἱ μεταβολαὶ φυλακτέαι τὸ τῶν ἡλικιῶν. ἐν Ἀφορισμοῖς γὰρ αὐτὸς εἰπὼν "Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινέειν σφαλερόν, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον" οὐκ ἐμνημόνευσεν ἡλικιῶν. οὔτε γὰρ "τὸ πολὺ" [τῇ φύσει] κατ' αὐτάς ἐστι κατὰ βραχὺ μεθισταμένας οὔτε φυλακῆς τινος δέονται περιττοτέρας παρὰ τὰ κοινὰ τῶν ὑγιεινῶν παραγγελμάτων, καθάπερ οὐδ' ὅταν αἱ ὧραι κατὰ βραχὺ τὴν μεταβολὴν ποιῶνται. ταύτας μὲν οὖν ὁρῶμεν ἐνίοτε μεγάλας ἀθρόως τὰς ὑπαλλαγὰς εἰς τἀναντία ποιουμένας, ἡλικίαν δ' οὐδεμίαν ἀθρόως μεταπεσοῦσαν ἴσμεν, ὥστε τὸν παῖδα κατὰ τὴν ὑστεραίαν ἄνδρα γενέσθαι, μὴ κατὰ βραχὺ διά τε τῆς τῶν ἐφήβων καὶ τῶν μειρακίων ἡλικίας ὁδοιπορήσαντα. |