Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.76
Not analysed yet
Αἱ μεταβολαὶ φυλακτέαι. Ἀσφαλέστερον ἐν ἄλλοις τέ τισι καὶ τοῖς Ἀφορισμοῖς εἴρηται τοῦτο, προκειμένου τοῦ "κατὰ πολὺ καὶ ἐξαπίνης". οὔτε γὰρ αἱ κατὰ τὸ περιέχον ἡμᾶς οὔθ' αἱ πρὸς ἡμῶν αὐτῶν γινόμεναι κατὰ βραχὺ μεταβολαὶ τὸ σφαλερῶς ἔχουσι. μόναι δ' αἱ ἀθρόαι σφαλεραὶ πρὸς ὑγείαν εἰσὶ καὶ διὰ τοῦτο τοιαύτας <χρὴ> φυλάττεσθαι. φυλαξώμεθα δὲ τὰς μὲν κατὰ τὸ περιέχον ἔνδον τε διατρίβοντες τὰ πλεῖστα καὶ τῇ τῶν ἐναντίων προσαγωγῇ, ξηραίνοντες μὲν τὸ σῶμα κατὰ τὰς ὑγρὰς μεταβολὰς, ὑγραίνοντες δὲ κατὰ τὰς εἰς ξηρότητα, κατὰ δὲ τὸν αὐτὸν λόγον θερμαίνοντές τε καὶ ψύχοντες, ὁπότε τούτων ἑκατέρου καιρός. ἐν δὲ τῇ διαίτῃ τὰς μεταβολὰς ἐφ' ἡμῖν αὐτοῖς ἐστι φυλάττεσθαι, μήτ' ἐκ γυμνασίων ἀθρόως εἰς ἀργίαν μήτ' ἐξ ἀργίας εἰς γυμνάσια μεθισταμένοις, ἀλλὰ μηδ' ἐξ ἀλουσίας ἐπὶ λουτρά, μηδ' ἐκ λουτρῶν εἰς ἀλουσίαν, μηδ' ἐξ ὑδροποσίας