Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.79
Not analysed yet
ἀμαθεῖς, ἀγνοοῦντες ἃ μηδὲ τῶν ἰδιωτῶν τις ἀγνοεῖ. τινὲς δὲ κατὰ τὸ τέλος τῆς ῥήσεως προστιθέασι τὸ "πεινῶντι" καί φασι τὴν ὀλιγοσιτίαν ἄκοπον καὶ ἄδιψον εἶναι "τῷ πεινῶντι". πεινῶντα δ' εἰρῆσθαί φασι τὸν τῆς ἐνδείας αἰσθανόμενον, καίτοι βέλτιον <ἂν> εἴη λέγειν τῷ μὲν ἐνδείας αἰσθανομένῳ τὴν ὀλιγοσιτίαν οὐκ ἐν καιρῷ παραλαμβάνεσθαι, τῷ δ' οὐκ αἰσθανομένῳ χρήσιμον εἶναι, δῆλον γάρ ἐστιν ὅτι πληθωρικῶς διάκειται. Πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται, ἀνάθρεψις τἀναντία, χρωτὸς ῥίκνωσις συμπίπτοντος, ἔκτασις ἀνατρεφομένου. τὸ φρικῶδες τὸ λεῖον, ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον. οὕτως τὸ κατεσπάσθαι μαζούς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι. καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γενέσθαι. κληὶς περιφανής, φλέβες διαφανέες. |