Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.80
Not analysed yet
Θαυμάζω τῶν ἐξηγητῶν τὰς μὲν αἰνιγματώδεις ῥήσεις, ἃς οὐδεὶς ἀνθρώπων νοεῖ, μόνων ἐπαγγελλομένων νοεῖν, ὅσαι δ' ἡμῖν ἅπασι σαφεῖς εἰσιν, ἐκείνων μόνων μὴ νοούντων. τὴν γοῦν προκειμένην οὐκ οὖσαν αἰνιγματώδη διασπῶσι πολυειδῶς, ἄλλος ἄλλοθεν περιγράφων τὰς κατὰ ταύτην ἀποφάσεις, ἐξηγοῦνταί τε παρὰ τὰ φαινόμενα πᾶσιν ἐναργῶς, ἃ μάλιστα πάντων ἐχρῆν φυλάττειν αὐτούς. ἔστι μὲν γὰρ ὁ λόγος τῷ Ἱπποκράτει περὶ τῶν ἐν τοῖς σώμασιν ἡμῶν ὁρωμένων κατά τε τοὺς λεπτυσμοὺς καὶ τὰς ἀναθρέψεις. οἱ δὲ οὐδὲ τί ποτ' ἐστὶν ὁ λεπτυσμὸς ἐοίκασιν ἐπίστασθαι, τοσούτου δέουσιν ἢ τὰ φαινόμενα πάντα κατ' αὐτοὺς ἢ τὰς αἰτίας αὐτῶν ἐγνωκέναι. γίνεσθαι γοῦν τὸν λεπτυσμὸν ἀποφαίνονται διὰ κένωσιν. ἔνιοι δ' ὡς οὐ διαφέρει [εἴτε] κένωσιν ἢ λεπτυσμὸν εἰπεῖν ὑπολαμβάνουσιν. ἀλλὰ τοῦτο μέν, ὡς ἔφην, οὐ μεγάλης τινὸς ἐπιστήμης ἐστὶ γνῶναι. πολλοὶ γοῦν αἵματος μὲν οὐκ ὀλίγον ἔχουσι πλῆθος, ἐσχάτως δ'