Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.81
Not analysed yet
εἰσὶ λεπτοί, καθάπερ ἄλλοι πα|χεῖς μέν, ὀλίγαιμοι δέ. καὶ τήν γε ἐπεσχημένην ὀκτὼ μησὶν ἤδη τὰ καταμήνια λεπτοτάτην οὖσαν ἀφελὼν αἵματος οὐκ ὀλίγον εἰς τὴν οἰκείαν ἕξιν ἐπανήγαγον ἐν ἐλαχίστῳ χρόνῳ, καθάπερ καὶ ἄλλας οὐκ ὀλίγας. ἀλλὰ τὸ κατ' ἐκείνην (οὐ γὰρ ἦν ἀφανής) ἔνδοξον ἐγένετο, γεγονυίας μὲν αὐτῇ τῆς φλεβοτομίας, εὐλαβουμένων δὲ καὶ τῶν ἰατρῶν ἐπαγγείλασθαι βεβαίως τὴν ἐπὶ τῷ βοηθήματι γενησομένην ὠφέλειαν. ἔνιοι δὲ καὶ ἡμῖν ἀντιλέγειν ἐτόλμησαν οὐ μόνον διὰ τὴν ἰσχνότητα τῆς γυναικός, ἀλλὰ καὶ διὰ τὴν ἀνορεξίαν, ὑπὸ τῆς φλεβοτομίας αὐτὴν βλαβήσεσθαι λέγοντες. καὶ τά γε τοιαῦτα κάλλιόν ἐστι μακρολογεῖν τοῦ ζητεῖν ἀκριβῶς εὑρεῖν, ὁποτέρου τῶν Ἡροδίκων Ἱπποκράτης μνημονεύει. ἀλλ' ὡς εἶπον ἤδη πολλάκις, οἱ νεώτεροι τῶν ἰατρῶν ἐπὶ τὸ σοφιστικώτερον εἶδος ἀπεχώρησαν, ἀμελήσαντές γε τοῦ παραφυλάττειν μὲν ἀκριβῶς τὰ γινόμενα περὶ τοὺς ἀρρώστους, <τοῦ> ζητεῖν δὲ αὐτῶν τὰς διαθέσεις καὶ τὰς αἰτίας, ἐξ ὧν ἡ τῆς θεραπείας εὕρεσις γίνεται κρινομένης καὶ αὐτῆς |