Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.88
Not analysed yet
δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτεταμένον." ὥστε τοῦ φαινομένου σαφῶς ἡμᾶς διδάσκοντος τὴν ἰσχυρὰν κένωσιν ἐναντίαν τῇ μετρίᾳ περὶ τὸ δέρμα διάθεσιν ἐργαζομένην, ὁ λόγος αὐτῶν πιθανὸς μέν, οὐκ ἀληθὴς δὲ φαίνεται, καθ' ὅν φασι μενόντων τῶν τὴν διάθεσιν ἐργαζομένων αἰτίων οὐκ ἐνδέχεσθαι μεταπεσεῖν αὐτὸ πρὸς τοὐναντίον. ἐναργῶς γὰρ ὁρᾶται μεταπῖπτον ἐπὶ ταῖς ἀμέτροις κενώσεσιν, ἐάν τε αἰσθητῶς αὗται φαίνωνται περιμένουσαι μέχρι χρόνου πλείονος, ἐάν τε κατὰ τὸ ἄδηλον, ἤτοι συντηκομένων ἢ διαφορουμένων τῶν νοσούντων. πρὶν μὲν οὖν ἐπ' αὐτὴν τοῦ δέρματος τὴν οἰκείαν οὐσίαν ἐξικέσθαι τὴν κένωσιν, ὁμοίως τοῖς κενουμένοις ἀσκοῖς καὶ σάκκοις καὶ κύστεσι χαλᾶται τὸ δέρμα. χρονιζούσης δὲ τῆς κενώσεως ὁμοίως γίνεται ταῖς ξηραῖς βύρσαις τε καὶ διφθέραις, ἃς οὐκ ἔστιν ἐκτεῖναι διὰ τὴν σκληρότητα. τοιοῦτον δὲ φαίνεται καὶ τὸ τῶν ἀσκῶν καὶ τὸ τῶν κύστεων δέρμα γινόμενον, ὅταν ἱκανῶς ξηρανθῇ. μέχρι δ' ἂν ὑπάρχον ὑγρὸν καὶ μαλακὸν εἰς τὴν ἐντὸς ἑαυτοῦ χώραν δέχηταί τι καὶ πάλιν μεθίῃ, δεχόμενον μέν, |