Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.89
Not analysed yet
ὅταν ἱκανῶς πληρωθῇ, τείνεται, κενούμενον δὲ χαλᾶται. καλῶς <μὲν> οὖν εἶπεν ὁ Ἱπποκράτης· πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται. καὶ γὰρ καὶ φαίνεται γινόμενον οὕτως καὶ ἡ αἰτία λέλεκται. καλῶς δὲ προσέθηκε καὶ τὸ τὴν ἀνάθρεψιν τἀναντία ποιεῖν. ἐν ἀρχῇ μὲν γὰρ τείνει τὸ δέρμα, τῷ χρόνῳ δὲ χαλαρώτερον ἐργάζεται. σκληρότερον γὰρ ὂν φύσει καὶ ξηρότερον τῶν ὑποκειμένων αὐτῷ σαρκῶν, ὕστερον ἐκείνων καὶ σκληρύνεται κατὰ τοὺς λεπτυσμοὺς καὶ μαλακύνεται κατὰ τὰς ἀναθρέψεις. ὁπόταν οὖν σκληρὸν αὐτὸ καὶ ξηρὸν ἤδη γεγονὸς ἡ ἀνάθρεψις διαδέξηται, πρῶτον αὐξάνουσα τὰς σάρκας εἰκότως περιτείνει. προϊόντος δὲ τοῦ χρόνου τῆς τροφῆς μεταλαμβανόμενον ὑγρότερόν τε καὶ μαλακώτερον γίνεται καὶ διὰ τοῦτο πάλιν χαλᾶται, καθάπερ αἱ ξηραὶ διφθέραι τε καὶ βύρσαι τεγχθεῖσαι μὲν ὕδατι, λιπανθεῖσαι δὲ ἐλαίῳ καὶ στέατι. ταῦτα μὲν οὖν ἀληθῶς τε ἅμα καὶ σαφῶς εἰρημένα τῷ Ἱπποκράτει κακῶς ἐξηγήσαντο διὰ τὴν τῶν πραγμάτων ἄγνοιαν, ὑπὲρ ὧν ὁ λόγος ἐστὶν αὐτῷ.