Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.92
Not analysed yet
σμικρὰ πάνυ διαστήματα γένηται τοῦτο δι' ὅλου τοῦ δέρματος, ὀνομάζεται τὸ σύμπτωμα φρίκη τε καὶ φρίξ. καί μοι νόει γαλήνῃ μὲν ἀκριβεῖ τὴν τοῦ λείου σώματος ἐοικέναι κατάστασιν, ἄρτι δ' ἀρχομένης τῆς κατ' αὐτὴν ἀνωμαλίας τὴν φρίκην. οὕτως γοῦν καὶ ὁ ποιητὴς ἔφη οἵη δὲ ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ὀρνυμένοιο <νέον>. τὸ μὲν οὖν λεῖον ὑπάρχει τοῖς ἀνατρεφομένοις σώμασι, τὸ δ' οἷον φρικῶδες τοῖς ἐναντίοις σώμασιν. ἑκάτερον δὲ αὐτῶν ἑκατέρου σημεῖον ὑπάρχει, οὔτε δ' ἑκάτερον ἀμφοτέρων οὔτε συναμφότερον ἑκατέρου. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ ὑπόχολον καὶ τὸ ὑπέρυθρον ἑκάτερον ἑκατέρου σημεῖόν ἐστι, τὸ μὲν ὑπόχολον τοῦ λεπτυνομένου, τὸ δὲ ὑπέρυθρον τοῦ ἀνατρεφομένου. χολωδέστερον μὲν γὰρ τὸ σῶμα τοῖς λεπτυνομένοις γίνεται διὰ τὰς ποιούσας αἰτίας τὴν λεπτότητα, περὶ ὧν ἔμπροσθεν ἤκουσας, αἱματωδέστερον δὲ τοῖς