Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.91
Not analysed yet
δέρματι κατάστασίν φησι συμπίπτοντι, τουτέστιν ὅταν τοῖς ἐν αὐτῷ περιεχομένοις ἐλάττοσι γινομένοις ἐπιπίπτῃ συνιζάνον εἰς ἑαυτόν. τὴν δ' ἐναντίαν κατάστασιν, ὅταν εἰς μῆκός τε καὶ πλάτος ἐπιδιδῷ, προσαγορεύουσιν ἔκτασιν οἱ ἄνθρωποι. συμβαίνει μὲν οὖν ποτε κατὰ τὸ μῆκος μόνον ἢ τὸ πλάτος αὐτὸ τείνεσθαί τε καὶ συνιζάνειν. ἀλλὰ καὶ νῦν περὶ τῆς κατ' ἄμφω τὰς διαστάσεις αὐτοῦ γινομένης συστολῆς τε καὶ <ἐκ>τάσεως ἀκούειν σε χρὴ τῆς λέξεως. ὅ γε μὴν τὴν προγεγραμμένην τῆσδε νοήσας ῥῆσιν οὐ πάνυ τι ταύτης ἐδεῖτο. Τὸ φρικῶδες, τὸ λεῖον ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον. Ἔνιοι γράφουσι τὸ ῥικνῶδες, τὸ λεῖον ἑκατέρου σημεῖον. ἐπεὶ δ' ἐν τῇ πρὸ ταύτης ῥήσει περὶ τῆς ῥικνώσεως ἔγραψεν, εὐλογώτερον εἶναι δόξει τὸ φρικῶδες εἰρῆσθαι νῦν, ἐνδεικνυμένου τοῦ Ἱπποκράτους τὴν γινομένην ἰδέαν ἐν τοῖς ῥικνουμένοις ἐοικυῖαν εἶναι τοῖς φρίττουσιν. ἡ δ' ὁμοιότης κατὰ τὴν ἀνωμαλίαν καὶ οἷον τραχύτητα τοῦ δέρματος γίνεται, ἐνίων μὲν αὐτοῦ μορίων κοιλοτέρων φαινομένων, ἐνίων δ' ἐξεχόντων. ὅταν γὰρ κατὰ |