Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.96
Not analysed yet
οὕτω γοῦν καὶ ταῖς γηρώσαις χαλῶνται μὲν πρῶτον, ὕστερον δ' ἀνασπῶνται. ἐμοὶ μὲν δὴ καὶ τὰ φαινόμενα περὶ τοὺς τιτθοὺς εἴρηται καὶ τὰς αἰτίας αὐτοῖς προσέθηκα. τῶν δ' ἐξηγητῶν οὐδεὶς τοῦτ' ἔπραξεν, ἀλλ' ὡς ἂν ἕκαστος ἐθελήσῃ γράψας ἐξηγεῖται τὴν ἑαυτοῦ λέξιν. εἰκότως δὲ καὶ ἐξηγήσεις ἐναντίας ἐποίησάν τε καὶ τὰς γραφὰς ἐλλιπῶς ἡρμηνευμένας καὶ ἀδιορίστως τῆς λέξεως, <ὥστε> ὅπως ἄν τις εἴπῃ κατὰ τὶ μὲν ἀληθεύσει, κατὰ τὶ δὲ ψεύσεται, τῶν τιτθῶν ἐν μὲν τῷ γάλακτος πληροῦσθαι μειζόνων γινομένων, ἐλαττόνων δ' ἐν τῷ κενοῦσθαι· χωρὶς δὲ τοῦ γάλακτος ἐν μὲν ταῖς λεπτότησι κατ' ἀρχὰς μὲν χαλωμένων, ὕστερον δ' ἀνασπωμένων, ἐν δὲ ταῖς παχύνσεσιν ἐν ἀρχῇ μὲν ἀνασπωμένων, ὕστερον δ' ἠρέμα χαλωμένων, ὄντος καὶ κατὰ τοῦτο τοῦ ἀνατρέφεσθαι διορισμοῦ, διὰ τὸ τινὰς μὲν ἀνατρέφεσθαι, πρὶν εἰς τοσαύτην ἀφικέσθαι λεπτότητα, καθ' ὅσον ξηραινόμενον τείνεται τὸ δέρμα, τινὰς δὲ μετὰ τὸ ξηρανθῆναι πρὸς εὐτροφίας ἐπιδιδόναι. |