Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.97
Not analysed yet
Κλεῖς περιφανέες, φλέβες διαφανέες. Αἱ τοιαῦται τῶν ῥήσεων <οὐκ> εὔδηλον ἔχουσι τὴν τοῦ γράψαντος διάνοιαν ὡς ἂν μὴ προσκειμένου κατὰ τὴν λέξιν αὐτῶν, ἐπὶ τίνων βούλεται φαίνεσθαι ταῦτα. πολλοὶ μὲν τῶν ἰσχνῶν φύσει τάς γε κλεῖς ἔχουσι σαφεῖς καὶ τὰς φλέβας ἐκκειμένας τε καὶ μεστὰς αἵματος, ὥσπερ αὖ πάλιν ἕτεροι οὔτε τὰς κλεῖς οὔτε τὰς φλέβας ἐκκειμένας. <καὶ> ὥσπερ γε φύσει τοιαύτη διαφορὰ τῶν σωμάτων ὁρᾶται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν παρὰ τὴν ἐξ ἀρχῆς φύσιν ἤτοι λεπτυνομένων ἢ παχυνομένων καὶ πλῆθος ἢ ἔνδειαν ἐχόντων χυμῶν. εὔδηλον γὰρ ὅτι πεπληρωμέναι φλέβες ἐν τῷ ἰσχνῷ σώματι πλῆθος ἐνδείκνυνται κατὰ ταύτας εἶναι τοῦ αἵματος ὡς τὰ πολλὰ μοχθηροῦ, καθάπερ ἐπὶ τῆς γυναικὸς ὀλίγον ἔμπροσθεν ἔλεγον, ἧς ἐπέσχητο τὰ καταμήνια. θαυμάσαι δ' ἔστι τοῦ Καπίτωνος μόνου γράψαντος τὴν ῥῆσιν ἐν τῇδε τῇ λέξει· "ἡ ἄγαν πλήρωσις περιφανής, φλέβες |