Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.98
Not analysed yet
διαφανεῖς." εἴπερ γὰρ οὕτως εὕρητο γεγραμμένον, τίς ἦν ἀνάγκη μεταγράψαι πάντας αὐτὴν τοὺς ἐξηγητὰς ἐπὶ τὸ σαφέστερον; ἐν οἷς γὰρ ἀποροῦνται μεταγράφουσιν εὐπορίας ἕνεκεν. ἀλλ' οὐδὲν ἀντίγραφον εὗρον οὕτως, ἔχον, οὐκ ὀλίγοις ἐντυχὼν δι' αὐτὸ τοῦτο τὸ βούλεσθαι γνῶναι τάς τε παλαιὰς γραφὰς καὶ τὰς ἅπασιν ὁμολογουμένας ἢ διαφωνουμένας. ἁπάντων τε οὖν τῶν ἐξηγητῶν καὶ πάντων τῶν ἀντιγράφων τὴν αὐτὴν ἐχόντων γραφὴν οὐκ ὀρθῶς ὁ Καπίτων μετέγραψεν. ἴσως δὲ κἀγὼ κακῶς αὐτοῦ τὴν ἀρχὴν ἐμνημόνευσα, προειρηκὼς ἁπάσας τὰς τοιαύτας ἐν ταῖς γραφαῖς ῥᾳδιουργίας ὑπερβήσεσθαι κατὰ τὴν ἐξήγησιν. ἐπὶ τῶν ἑξῆς οὖν ῥήσεων αὐτὸ ποιήσω μήκους φειδόμενος. Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι, πυρίῃσι, κακόν, τὸ πυρετῶδες πολέμιον λιμῷ, περιό|