Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.489
Not analysed yet
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΟΡΡΗΤΙΚΟΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ ***οὐ μὴν οὐδὲ τὴν Ἡροφίλου νομοθεσίαν ἀποδεκτέον ἐπιχειροῦντος διωρίσθαι πρόγνωσιν προρρήσεως τῷ βεβαίῳ τε καὶ οὐ βεβαίῳ· καὶ γὰρ καὶ προγινώσκομεν ἑκατέρως καὶ προλέγομεν, ὥσπερ καὶ τἆλλα πάντα κατὰ πάσας τὰς τέχνας. ὄμβρους γοῦν καὶ αὐχμοὺς καὶ κρύος καὶ θάλπος ἀνέμους τε καὶ νηνεμίας ἔκ τινων σημείων προγινώσκουσιν καὶ κυβερνῆται καὶ γεωργοί, καὶ ποτὲ μὲν ἀκριβῶς τε καὶ βεβαίως, ποτὲ δ' ἄχρι πιθανῆς ἐλπί|