Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.490
Not analysed yet
δος. καὶ γέγραπται περὶ τῶν τοιούτων σημείων ἄλλοις τε πολλοῖς καὶ Ἀράτῳ κατὰ τὰ τελευταῖα τοῦ τῶν Φαινομένων βιβλίου. πῶς δ' ἂν δύναιτό τις ἑτέρως προειπεῖν ὁτιοῦν ὡς ἐσόμενον ἄνευ τοῦ πρότερον αὐτὸς γνῶναι; τοῦτο γοῦν αὐτὸ καὶ Ἱπποκράτης ἐδήλωσεν ἐν ἀρχῇ τοῦ Προγνωστικοῦ γράψας ὧδε· „προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσιν. “ἀλλ' ἡ μὲν πρόγνωσις ἐν ταῖς ψυχαῖς ἡμῶν, ἡ δὲ τῶν προγνωσθέντων τοῖς πολλοῖς πρόρρησις διὰ τῆς φωνῆς γίνεται, καὶ δῆλον ὡς οὐκ ἄλλα μὲν ἐν τῇ ψυχῇ δοξάζομεν, ἄλλα δὲ προλέγομεν. ἀλλὰ γάρ, ὅπως ἂν ἔχῃ τὰ τῆς ἐπιγραφῆς τοῦ βιβλίου καταλιπόντες ἑτέροις ἐπιζητεῖν, ὅσοι τῶν ἔργων τῆς τέχνης οὐ πάνυ τι πεφροντίκασιν, αὐτοὶ τῶν γεγραμμένων κατὰ τὸ βιβλίον ἕκαστον ἐπισκεψώμεθα, καθότι κἀπὶ τῶν ἄλλων ἐποιήσαμεν ἃ προεξηγησάμεθα, τοῖς μὲν διορισμούς τινας ἀναγκαίους προστιθέντες οὐκ εἰρημένους ὑπὸ τοῦ γράψαντος, ἔνια δὲ δεικνύντες ὡς οὐκ ἔστι καθόλου, κἂν τῷ χαρακτῆρι τῆς λέξεως ὡς περὶ τοιούτων ὁ συγγραφεὺς φαίνηται διαλεγόμενος. |