Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.491
Not analysed yet
Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά γε φρενιτικοί εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισιν. Τὰ πλεῖστα τῶν παλαιῶν ἀντιγράφων οὐκ ἔχει προσκείμενον τῷ φρενιτικοὶ τὸ εἰσίν. διὸ καὶ ζήτησις ἐγένετο, πότερον ἤδη φρενιτικούς τις ὀνομάσει τοὺς οὕτως ἔχοντας ἢ γενήσεσθαι προσδοκήσει. προσκειμένου μέντοι τοῦ εἰσὶ καὶ γεγραμμένης ὁμοῦ τῆς λέξεως ἆρά γε φρενιτικοί εἰσιν; ἡ ζήτησίς ἐστιν, πότερον εἰσὶν ἢ οὐκ εἰσὶν οἱ οὕτως ἔχοντες ἤδη φρενιτικοί. ταύτῃ δὲ τῇ ζητήσει καὶ ἄλλη τις οὐ σμικρὰ συνάπτεται ζήτησις, ἣν καὶ περὶ τῆς ἀρχῆς τῶν πυρεκτικῶν παροξυσμῶν ἐποιήσαντο. καὶ γὰρ ἐν ἐκείνοις εὔλογον εἶναι φαίνεται μὴ τὸν ἐσόμενον ὕστερόν ποτε παροξυσμὸν προγινώσκειν ἡμᾶς, ἀλλὰ τὸν ἀρχόμενον ἤδη διαγινώσκειν ἐκ τῆς τῶν σφυγμῶν ἀλλοιώσεως, ἐπεὶ δὲ οὐδέπω |