Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.493
Not analysed yet
ται τὴν ἐν ὀξεῖ πυρετῷ διηνεκῆ παραφροσύνην φρενῖτιν ὀνομάζων. διηνεκῆ δὲ εἶπον, ἐπεὶ ταῖς ἀκμαῖς τῶν σφοδρῶν πυρετῶν ἐνίοτε παραφροσύναι συνεμπίπτουσιν ἐν ταῖς παρακμαῖς εὐθέως παυόμεναι. μαίνεσθαι μὲν γὰρ ὀνομάζουσιν ἅπαντες ἄνθρωποι τοὺς ἄνευ πυρετοῦ παραφρονοῦντας, φρενιτίζειν δὲ τοὺς ἐν πυρετῷ. τὸ δ' ἐν ἀκμῇ σφοδροῦ πυρετοῦ [παραφρονῆσαι] παρακόψαι τε καὶ παραχθῆναι καὶ παραληρῆσαι καὶ αὐτὸ δὴ τοῦτο παραφρονῆσαι καλοῦσιν. φρενῖτιν δ' οὐκ ὀνομάζουσιν ἄνευ τοῦ πυρέττειν καὶ τοῦ διηνεκοῦς τῆς παραφροσύνης. τῷ διηνεκεῖ δὴ τῆς παραφροσύνης, ὅταν ἅμα πυρετῷ γένηται, τὴν φρενῖτιν γνωριοῦμεν. οὐδὲν δὲ ἧττον ἐροῦμεν εἶναι φρενιτικούς, ὅσοι κωματώδεις ὄντες οὐ σωφρονοῦσιν, ἀλλὰ παράφορά τε φθέγγονται καὶ πρὸς τῶν παρόντων διεγερθέντες ἐκτεθαμβημένοις ἐοίκασιν. οὕτω γοῦν κἀν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἔφη· „οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ' ἄλλων, ἀλλ' ἄλλῃ τινὶ νωθρῇ καταφορῇ καρηβαρέες ἀπώλοντο. “καὶ |