Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.494
Not analysed yet
τοῦτον οὖν τὸν λόγον ἐγὼ ὡς πιθανώτατον προσδέχομαι καὶ καλεῖσθαι πάντας ὑφ' Ἱπποκράτους ἡγοῦμαι φρενιτικούς, ὅσοι τὰς φρένας βεβλαμμένοι διηνεκῶς εἰσιν ὥσπερ οἱ μαινόμενοι, μόνῳ τῷ πυρέττειν αὐτῶν διαφέροντες. ἐπεὶ δ' ὡς τὰ πολλὰ τούτοις ὑπάρχει καὶ τῶν βλεφάρων ἀνεῳγότων ἀγρυπνεῖν, οἱ πλεῖστοι τῶν ἰατρῶν ἐν τοῖς παθογνωμονικοῖς φρενίτιδος καὶ τὴν τοιαύτην ἀγρυπνίαν ἔγραψαν. εἶπον δὲ τοιαύτην, ἐπεὶ καὶ μετὰ κώματος ἀγρυπνίαι γίνονται, καθάπερ αὐτὸς ἐδήλωσεν ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν εἰπών· „ἦν δὲ ἢ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι“, ὡς εἶναι τὸ κῶμα τὴν εἰς ὕπνον καταφορὰν οὐ δυναμένων τῶν ἐχομένων τῷ συμπτώματι τὰ τῶν ἐγρηγορότων πράττειν, ἀλλὰ κλείειν τε τὰ βλέφαρα δεομένων ἐλπιζόντων τε κοιμηθήσεσθαι. συμβαίνει δ' ἐνίοτε τούτων τισὶν μὴ δύνασθαι κοιμηθῆναι, κλεισθέντων τῶν βλεφάρων, ἀλλ' ἀγρυπνεῖν ἐπὶ πλεῖστον, ὅπερ ὠνόμασεν ὁ Ἱπποκράτης „οὐχ ὑπνῶδες“