Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.497
Not analysed yet
καὶ διαβρέξαντος φλέγματος· αἱ γὰρ ἐν ἑτέροις τισὶ μέρεσι δυνάμεναι εἰς συμπάθειαν ἀγαγεῖν τὸν ἐγκέφαλον ἐκ χολῆς καὶ φλέγματος βλάβαι τὸ διηνεκὲς οὐκ ἔχουσιν. ὅταν οὖν ὑπ' ἀμφοτέρων τῶν χυμῶν ἐνοχλεῖσθαι συμβαίνῃ τὸν ἐγκέφαλον, ἐναντία συμπτώματα καταλαμβάνει τὸν ἄνθρωπον, ὡς ἀγρυπνεῖν τε ἅμα καὶ καταφέρεσθαι κατ' ὀλίγον. ὅταν δὲ καὶ καταφέρηται ἅμα καὶ παραφρονῇ, τὴν μικτὴν διάθεσιν διαμένειν αὐτῷ νομιστέον. ἐνίοτε δὲ ἐπὶ θάτερον ἔρρεψεν, ὡς ἤτοι τὴν χολὴν ἢ τὸ φλέγμα νικῆσαι καὶ γενέσθαι τὸν ἄνθρωπον ἤτοι φρενιτικὸν ἀκριβῆ ἢ ληθαργικόν. ἐγὼ μὲν οὖν, ὅταν ἄχρι τέλους ἥ τε παραφροσύνη καὶ τὸ κῶμα διαμείνῃ, μικτὸν ὀνομάζω τοῦτο τὸ πάθος φρενίτιδός τε καὶ ληθάργου. τινὲς δὲ τυφομανίας ἐκάλεσαν, ὡς κἀν τῷ Περὶ νούσων Ἱπποκράτει γέγραπται, κατὰ μέντοι τὸ τρίτον τῶν Ἐπιδημιῶν, ὡς ἔφην ἀρτίως, ἅπαντας ὀνομάζει φρενιτικοὺς ὁ Ἱπποκράτης, ὅσοι διηνεκῶς παραφρονοῦσι πυρέττοντες. ὑπόλοιπον δέ ἐστι ζητῆσαι, διὰ τί τῆς ῥήσεως ἀρχόμενος μὲν εἶπεν οἱ κωματώδεες ἐν ἀρχῇ|