Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.496
Not analysed yet
ἀποροῦντες τύχωμεν. ὃ δὲ κἀν τοῖς ἐφεξῆς ἐστι μεμνῆσθαι χρήσιμον ἀκούσαντας ἅπαξ, ἀεὶ δεῖ πρόχειρον ἔχειν ἀφορίζοντας τὰ διά τι τῶν ἔξωθεν αἰτίων γεγονότα καὶ τὰ κατὰ τὸν τοῦ νοσήματος λόγον ἐπιφαινόμενα. ἐὰν γὰρ ὁδοιπορήσας τις συντόνως ἢ κατ' ἄλλας τινὰς ἐνεργείας κοπωθεὶς ἢ καὶ σὺν αὐτοῖς ἐκκαυθεὶς ἅμα τε πυρέττειν ἄρξηται καὶ κεφαλὴν ἀλγεῖν καὶ ὀσφὺν καὶ ὑποχόνδριον καὶ τράχηλον, μηδὲν ἐκ τούτων ἔλπιζε μέγα λήψεσθαι γνώρισμα πρὸς διάκρισιν τῶν ἐσομένων ἢ γεννωμένων ἤδη παθῶν. εἰ δ' ἄνευ τῆς ἔξωθεν αἰτίας ὀδύναι τῶν εἰρημένων εἶεν μορίων, εἰ μὲν ἀγρυπνίαι τῷ κάμνοντι χωρὶς καταφορᾶς συμβαίνοιεν, ἔλπιζε παραφρονήσειν αὐτόν· εἰ δὲ μετὰ κώματος, συμβάλλει κατὰ τὸ παρὸν ἀναμένειν ἡμέραν μίαν, ἐν ᾗ τὴν κίνησιν τοῦ νοσήματος διαγνώσῃ. φρενῖτις μὲν γὰρ ἡ ἀκριβὴς καὶ ἄμικτος ἑτέρῳ νοσήματι γίνεται χολῆς ξανθῆς καταλαβούσης τὸν τόπον, ἐν ᾧ τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐστιν· λήθαργος δὲ τὸν αὐτὸν τόπον ὑγράναντός τε |