Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.501
Not analysed yet
πάντα γὰρ |ταῦτα χείρω τῶν μηδ' ὅλως ἐπιφανέντων, ὅταν ἀρξάμενα παύσηται. ἐνίοτε γὰρ συμβαίνει πέττουσαν ἔτι τὰ λυποῦντα τὴν φύσιν οὐδέπω τῆς ἀποκρίσεως αὐτῶν ἔχεσθαι. τῶν δ' ἀρξαμένων μέν, εὐθέως δὲ παυσαμένων ὥσπερ ὁρμή τις ἐμφαίνεται τῆς φύσεως ἐκκρῖναι τὰ λυποῦντα σπευδούσης καὶ οὕτως δι' ἀσθένειαν μὴ δυναμένης ὃ προὔθετο κατεργάσασθαι. Κοιλίης περίπλυσις ἐξέρυθρος κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς προειρημένοις. Ὁ μὲν οὖν Ἱπποκράτης ἔν τε τῷ Προγνωστικῷ συγγράμματι τῶν σημείων ἑκάστου διδάσκει τὴν δύναμιν, ἐπὶ τέλει τε τοῦ βιβλίου συμβουλεύει τὰς δυνάμεις τῶν εἰρημένων σημείων ‘ἐκλογιζόμενον’, ὅπερ ἔστιν ἀλλήλοις παραβάλλοντα, τὴν πρόγνωσιν οὕτω ποιεῖσθαι. τινὰ μὲν γὰρ |