Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.502
Not analysed yet
ὁμοειδῆ τῶν σημείων ἐστίν· ἄκουε δέ μου νῦν οὕτως ὁμοειδῆ λέγοντος, ὡσεὶ καὶ ὁμογενῆ φθάσας εἶπον· ἔνια δὲ οὔτε γένος ἔχει ταὐτὸν οὔτε εἶδος. ὁμοειδῆ μὲν οὖν ἐστιν τὰ καθ' ἕν τι πάθος γιγνόμενα· τὰ μὲν ἀναπτυόμενα τῆς κατὰ πνεύμονα καὶ θώρακα καὶ τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα, συνελόντι δὲ φάναι τῶν ἀναπνευστικῶν ὀργάνων, διαθέσεώς ἐστι σημεῖα· τῶν δ' αὐτῶν τούτων ὅσα κἀπὶ τῆς ἀναπνοῆς πλημμελεῖται πρώτως· ἔξωθεν γὰρ αὐτῶν ἐστιν τὰ κατὰ συμπάθειαν. ἐγκεφάλου δὲ καὶ μηνίγγων, ὅπως διάκειται, σημεῖα διὰ μὲν τῶν ἐκκρινομένων, οἷ' ἅττα διὰ μυκτήρων ἢ ὑπερῴας κενοῦται, διὰ δὲ τῶν βεβλαμμένων ἐνεργειῶν ἐν καταφοραῖς ἢ ἀγρυπνίαις ἢ παραφροσύναις ἢ σπασμοῖς ἢ τρόμοις ὅλου τοῦ σώματος. ἐὰν οὖν ἅμα παραφρονῇ καὶ σπᾶταί τις, εὔδηλον ὅτι μείζων ἐστὶν ἡ διάθεσις ἢ εἰ τὸ ἕτερον ἦν μόνον· οὕτω δὲ κἂν δυσπνοῶν εὐθὺς καὶ πτύῃ μέλανα.