Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.504
Not analysed yet
ἔχειν κακῶς, ᾧ περὶ πνεύμονα μόνον ἢ θώρακα διάθεσίς ἐστι νοσώδης, ᾧ δ' ἐν ἀμφοτέροις, χεῖρον, ᾧ δὲ πρὸς τούτοις καὶ κατὰ γαστέρα, μᾶλλον, εἰ δὲ καὶ καθ' ἧπαρ ἢ ἐγκέφαλον, ἔτι καὶ μᾶλλον. ἅπερ οὖν ἅπαντες νοοῦσιν καὶ χωρὶς τοῦ γραφῆναι, μάτην ταῦτα γράφεται, πλὴν εἰ χάρτας τις ἢ χρόνον ἀπολλύναι βούλεται. τούτου μὲν οὖν ἀεί μοι μέμνησο. πρὸς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. τοῖς κεφαλὴν ὀδυνωμένοις ὀσφύος μὲν ἀλγήματα καὶ τραχήλου καὶ ὑποχονδρίου προσθεῖναι λόγον ἔχει. πλειόνων γὰρ ὁμοειδῶν σημείων γενομένων ἅμα, οὐ μόνον τὸ τῆς διαθέσεως εἶδος ἢ γένος ἀσφαλέστερον, ἀλλὰ καὶ τὸ μέγεθος αὐτῆς γνωσθήσεται. προστεθέντος δὲ κώματος ἅμα παραφροσύνῃ καὶ αὐτῶν ἐνδεικνυμένων τὰ κατὰ τὸν ἐγκέφαλον ἔχειν κακῶς, ἥ θ' ἡμετέρα γνῶσις ἀσφαλεστέρα γενήσεται καὶ ἡ διάθεσις μείζων φανεῖται. προσελθούσης δὲ τῆς ἀπὸ ῥινῶν στάξεως οὐκ ἀσφαλεστέραν ἂν ἔτι φαίην <τὴν> διάγνωσιν εἶναι, ἀλλ' ἐπιστημονικὴν καὶ βεβαίαν, ἐνδεικνυμένων τῶν σημείων νενικῆσθαι τὴν κατὰ τὸν ἐγκέφαλον δύναμιν ὑπὸ τοῦ νοσήματος. |