Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.505
Not analysed yet
εἰ δὲ καὶ τὸ τῆς τετάρτης ἡμέρας προστεθείη, βεβαιότατα ἂν οὕτως εἰδείημεν ἐν μεγάλῃ μὲν εἶναι διαθέσει τὸν ἐγκέφαλον, ὀλεθρίως δὲ τὸν ἄνθρωπον ἔχειν. ἐὰν δέ τις τούτοις προσθῇ „ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος, ὀλέθριον“ μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖς προειρημένοις, ἀληθὲς μέν τι φήσει, περιττὸν δὲ πρὸς τὴν ἐν συγγράμμασι διδασκαλίαν, ὥσπερ εἰ καὶ τούτοις προσθείη μέλανα πτύσματα· κακὰ μὲν γὰρ καὶ ταῦτα, διαθέσεως δ' ἄλλης ἐστὶ παρὰ τὰς προειρημένας γνωρίσματα, καθάπερ καὶ τὰ οὖρα. καὶ γὰρ καὶ ταῦτα μελαινόμενα φαῦλόν ἐστι σημεῖον, ἀλλ' ἑτέραν διάθεσιν ἐνδείκνυται. κατὰ μὲν οὖν τὸ Προγνωστικὸν ἑκάστου τῶν σημείων ἡ δύναμις ἰδίᾳ δηλοῦται καὶ σύνοδος αὐτῶν ἐνίοτε γέγραπται μίαν ἐνδεικνυμένων διάθεσιν, ὡς ἐν ἀρχῇ μὲν ἐπὶ τοῦ νεκρώδους προσώπου, κατωτέρω δὲ ἐπί τε τῶν ἐμπυημάτων καὶ ἐπὶ ὑδέρων καί τινων ἄλλων. ἐνταυθοῖ δὲ πολλάκις ἐν μιᾷ συνδρομῇ τῶν ἑτερογενῶν ἐπιπλέκεται πολλὰ περιττῶς. ἐξέρυθρος |