Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.507
Not analysed yet
περιττώμασιν ἀνὰ λόγον. ὅταν μὲν γὰρ ἡ κατὰ τὴν γαστέρα πέψις ἀμέμπτως γίνηται, τοιοῦτον οὐδὲν ἕπεται σύμπτωμα· βαρυνθείσης δὲ ὑπὸ πλήθους ἢ διαφθορᾶς αὐτῆς ἢ καὶ περιττῶν ὑγρῶν ὑπολειφθέντων ἐν τῷ στόματι τῆς κοιλίας οὐ πάνυ τι χρηστῶν, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν ἐξορμῶσα τοὺς ἐμέτους ἐργάζεται. τοιοῦτον δή τι καὶ κατὰ τὴν τοῦ αἵματος γένεσιν ἐν ἥπατι συμβαίνει. καὶ διὰ τοῦτο ποτὲ μὲν αἱματώδεις γίνονται διαχωρήσεις, ἐνίοτε δ' ἐξέρυθροι περιπλύσεις, ἐξ αὐτοῦ τοῦ ἥπατος ὑδατώδους ἅμα καὶ αἱματώδους ἰχῶρος εἰς τὴν γαστέρα συρρέοντος ἢ βραχέος αἵματος δριμέος καὶ δακνώδους ὡς ἂν ἡμιπέπτου λεπτοῖς καὶ ὑδατώδεσιν ὑγροῖς ἀναμεμιγμένου καὶ χρωννύντος αὐτάς. Αἱ δασεῖαι γλῶσσαι καὶ κατάξηροι φρενιτικαί. |