Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.508
Not analysed yet
Ἄμεινον ἦν ‘τραχεῖαι’ γεγράφθαι. σύμφυτον γὰρ ἐχούσης ὑγρότητα τῆς γλώττης τὴν ἐκ τῶν σιαλοχόων ὀνομαζομένων ἀγγείων τε καὶ ἀδένων ἡ μὲν πρώτη ταύτης ἔνδεια δασεῖαν αὐτήν, ἡ δ' ἐπὶ πλέον τραχεῖαν ἐργάζεται, ἡ δ' ἀμετροτέρα ξηρότης ῥήγνυσιν αὐτήν, ὥσπερ τὴν λιπαρὰν γῆν ὁ πολυχρόνιος αὐχμός. οὔκουν οἷόν τε κατάξηρον ἅμα καὶ δασεῖαν εἶναι τὴν γλῶτταν. ἀλλ' ἄμεινον, ὡς ἔφην, γεγράφθαι τραχεῖαν, ὥστε δυοῖν θάτερον, ἢ αὐτὸς ὁ συγγραφεὺς ἀμελῶς ἡρμήνευσεν ἢ ὁ πρῶτος ἐκγραφόμενος τὴν ῥῆσιν ἥμαρτεν. ἀλλά γε ἡ τοιαύτη γλῶττα ξηρότητός ἐστιν ἀμέτρου γνώρισμα· διὸ καὶ τοῖς καυσώδεσι πυρετοῖς ἐπιγίνεται. καὶ ἤρκει τοῦτο διδάξαι τῷ κατὰ τὸν ἐν τῷ Προγνωστικῷ νόμον ἐπὶ τὴν διδασκαλίαν ἀφικνουμένῳ. νοεῖ γὰρ ὁ μανθάνων κατὰ τὸν αὐτὸν λόγον ἔν τε τοῖς τοιούτοις πυρετοῖς γίνεσθαι κἀν τῷ φρενιτικῷ τὴν κατάξηρον γλῶτταν, ἐπειδὴ καὶ τὸ φρενιτικὸν πάθος ὑπὸ τῆς ξανθῆς χολῆς γιγνόμενον θερμὸν καὶ ξηρόν ἐστιν.