Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.510
Not analysed yet
οἶδα. τὰς μὲν γὰρ βραγχώ|δεις καὶ μελαίνας ἐν τοῖς Περὶ φωνῆς ἔδειξα δι' ὑγρότητα τῶν φωνητικῶν ὀργάνων γιγνομένας, τὰς δασείας δέ, εἰ μὲν ἄλλας τινὰς παρὰ ταύτας λέγουσιν, ἐχρῆν ἑρμηνεύειν αὐτούς, εἰ δ' ἐκ τούτων τινάς, δι' ὑγρότητα μᾶλλον, οὐ διὰ ξηρότητα τοιαῦται γίνονται φωναί, καθάπερ ὀξεῖαι καὶ κλαγγώδεις ἐπὶ ξηρότητι τῶν φωνητικῶν ὀργάνων, ἅπερ ἐστὶ τὰ κατὰ τὸν λάρυγγα. τὴν γλῶτταν δὲ οὐ φωνητικόν, ἀλλὰ διαλεκτικὸν ὄργανον ἴσμεν οὖσαν, καὶ διὰ τοῦτο πασχούσης αὐτῆς τραυλίζειν τε καὶ ψελλίζειν συμβαίνει κατὰ τὰς διαλέκτους, οὐ βραγχώδη φωνὴν ἢ μέλαιναν ἴσχειν, οὗ γένους ὑπονοῶ τινας εἶναι νομίζειν ἃς αὐτοὶ καλοῦσι δασείας φωνάς. ἐγὼ μὲν γάρ, ὡς ἔφην, οὐκ ἤκουσα καλοῦντος οὕτως οὐδ' ἑνός, καίτοι πολλῶν ἀκούσας ἰατρῶν λεγόντων δασέα βλέφαρα τὰ τραχύτητα ἔχοντά τινα μετρίως, καθάπερ ἡ δασεῖα γλῶττα. τὰς γὰρ ὁλοκλήρους δασύτητας ἐν τοῖς βλεφάροις οὐκέτι δασύτητας, ἀλλὰ τραχύτητας καλοῦσιν. ἀνὰ λόγον οὖν πάλιν καὶ ταῦτα τῇ κατὰ τὴν γλῶτταν τραχύτητι. |