Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.511
Not analysed yet
Τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλανα, ἐναιωρούμενα ἐφιδρῶσι φρενιτικά. Σολοικώδεις κατὰ τὴν λέξιν εἰσὶν οὐκ ὀλίγαι τῶν ἐν τούτῳ τῷ βιβλίῳ ῥήσεις, ὡς καὶ διὰ τοῦθ' ὑποπτεύειν αὐτό τινας εὐλόγως Ἱπποκράτους οὐκ εἶναι. διὰ βραχυλογίαν μὲν γὰρ ἀποκεχώρηκε καὶ τὸ Μοχλικὸν τῆς ἰδίας ἑρμηνείας τῶν Ἱπποκράτους βιβλίων τῶν ὁμολογουμένων, οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῶν Ἀφορισμῶν, καίτοι διὰ βραχυτάτης λέξεως ἑρμηνευομένων κἀκείνων· οὐ μὴν σολοικώδης γέ ἐστιν ἡ ἑρμηνεία κατ' αὐτὸ μετὰ τοῦ καὶ περιγίνεσθαι τῶν ἑρμηνευομένων ὡς λέγειν δεινὸν ὄντα τὸν γεγραφότα τὸ βιβλίον ἐκεῖνο. τουτὶ δὲ τὸ προκείμενον ἡμῖν ἀλλόκοτον ἐν πολλαῖς ῥήσεσιν ἔχει τὴν ἑρμηνείαν, ὥσπερ ἐπὶ τῶν οὔρων ἐν τῇδε τῇ νῦν προκειμένῃ. οὕτω γὰρ ἀκύρως λέλεκται τὸ ‘ἐναιωρούμενα γίνεται τὰ οὖρα’, τῶν ἐμφερομένων αὐτοῖς ὀνομαζομένων οὕτως, οὐκ αὐτῶν τῶν οὔρων. διὸ καί τινες ὑπαλλάξαντες τὴν λέ|