Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.514
Not analysed yet
ρον οὖρα (πιθανώτατον γοῦν τοῦτο δόξειεν <ἂν> ἀκούεσθαι κατὰ τὴν ἀκολουθίαν τῆς ὅλης ἑρμηνείας) ἢ τὰ πεπονθότα σώματα καὶ πρὸς τούτοις ἔτι τὰ πάθη. ὅπως δ' ἄν τις ἀκούῃ, τό γε τῆς ἑρμηνείας ἄκυρον οὐκ ἔστιν ἐκφυγεῖν, ἀλλὰ καταλιπόντες ταύτην, ὅπως ἂν ἔχῃ, περὶ τῶν γεγραμμένων ἐπισκεψώμεθα. τὰ μὲν οὖν τῆς ἀγρυπνίας τε καὶ ταραχῆς τῶν καμνόντων ὄντως φρενιτικά, τὰ δὲ τῶν οὔρων τε καὶ τῆς ἐφιδρώσεως οὐδαμῶς. τῶν γὰρ κατὰ τὰς ἀρτηρίας τε καὶ τὰς φλέβας χυμῶν ὅπως ἔχουσιν γνωρίσματ' ἐστὶν τὰ οὖρα, τὰ δὲ φρενιτικὰ σημεῖα τὴν περὶ τὸν ἐγκέφαλον ἐνδείκνυται διάθεσιν, ὥσπερ γε καὶ τὰ κατὰ τοὺς ἱδρῶτας ἄλλων μέν τινών ἐστι διαθέσεων γνωρίσματα, περὶ ὧν εἴρηται πολλάκις, οὐ μήν, ὅπως ἔχει τὰ κατὰ τὸν ἐγκέφαλον, ἱκανὰ δηλοῦν ἐστιν. ἔνιοι δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐκ τῶν ἐν ταῖς Ἐπιδημίαις γεγραμμένων ἀρρώστων ἐκλέγουσιν τοὺς παραφρονήσαντας, οἷς συνέβη ἴσχειν τι τῶν ἐνταῦθα λεγομένων συμπτωμάτων τε καὶ σημείων ἢ ἐν διαχωρήμασιν ἢ ἐν οὔροις ἢ ἐμέτοις ἢ ἱδρῶσιν ἢ ἐξανθήμασιν |