Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.513
Not analysed yet
ρημα μόνον ἐχόντων μέλαν. ἀλλὰ κατὰ τὴν προκειμένην λέξιν οὐδὲ τοῦτο διήρθρωται σαφῶς, εἴθ' ὅλα λέγει τὰ οὖρα μέλανα εἴτε μόνα τὰ ἐναιωρήματα. βούλεται οὖν ὁ γράψας τὴν προκειμένην ῥῆσιν, ὅστις ἂν ᾖ, τὰ τοιαύτην ἔχοντα χροιὰν οὖρα γινόμενα ταραχώδεσί τε καὶ ἀγρύπνοις φρενῖτιν σημαίνειν, ταραχώδεις ἀκουόντων ἡμῶν τοὺς ἀλόγως ταραττομένους, ὃ γίνεται βεβλαμμένης ἐπ' ὀλίγον τῆς διανοίας. αὐξηθείσης δὲ τῆς ὀλίγης ταύτης βλάβης οὐ ταραχώδεις ἁπλῶς, ἀλλ' ἤδη παραφρονοῦντες λέγονταί τε καὶ γίνονται. περὶ δὲ τῆς ἀγρυπνίας τί δεῖ καὶ λέγειν ὡς ἕν τι τῶν φρενιτικῶν ἐστι συμπτωμάτων; ἐκ περιττοῦ δὲ πρόσκειται κατὰ τὴν ῥῆσιν τὸ ἄχροον ἐπὶ τῶν οὔρων· συνεδηλοῦτο γὰρ τῷ μέλασι. τὸ δ' ἐφιδρῶσι δηλοῖ μὲν ἱδρῶτας γίνεσθαι περὶ τὴν κεφαλὴν σημαίνοντας αὐτὴν ὑπὸ πλήθους ἐνοχλεῖσθαι· καὶ εἴη ἂν καὶ ἐν τοῖς ἄλλοις καὶ τοῦτο φρενιτικὸν σημεῖον. ἀκύρως δ' ἡρμήνευται, μὴ δυναμένων ἡμῶν ἐφευρεῖν, τί νοῆσαι δεῖ ἐφιδρῶσι, πότε|