Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.517
Not analysed yet
βιβλίου τοῦτο πράττουσιν, ἄμεινον εἶναί μοι δοκεῖ τελέως ὅλον ἐκπληρῶσαι τὸν ἐνεστῶτα λόγον. ἐὰν δέ τις ἄχθηται τῷ μήκει νομίζων τῆς προκειμένης ῥήσεως ἴδιον αὐτόν, οὐ κοινὸν ὑπάρχειν ὅλου τοῦ βιβλίου, παρ' ἡμῶν ἀκούσας, ὡς τοῖς μὲν ἐξηγηταῖς ἐν ἁπάσαις σχεδὸν ταῖς ἐξηγήσεσιν, ἐξ ὧν κακῶς παρατίθενται ῥήσεων, οὐ μόνον μακρός, ἀλλὰ καὶ βλαβερὸς τοῖς μανθάνουσιν ὁ λόγος γίνεται, τὰ δ' ὑπ' ἐμοῦ νῦν ἅπαξ ῥηθέντα χρησιμώτατά ἐστιν καὶ τὴν τῶν μελλόντων ἁπάντων ἐξήγησιν σύντομον ποιεῖται, παύσεται μὲν ἐγκαλῶν τῷ μήκει, χάριν δ' εἴσεταί μοι τῆς τῶν διδαχθέντων ὠφελείας ἕνεκα καὶ τῆς τῶν μελλόντων λεχθήσεσθαι συντομίας. γενήσεται δ' ὁ λόγος ὡς ἐπὶ παραδείγματος τῆς φρενίτιδος, ἁπάντων νοσημάτων κοινὸς ὤν. ἐπεὶ τοίνυν πρόκειται μεθόδῳ τὰ φρενιτικὰ σημεῖα πάνθ' εὑρεῖν, ἀπὸ τῆς τοῦ πάθους ἐννοίας ἀρξώμεθα. δέδεικται γὰρ ἐν τοῖς Περὶ ἀποδείξεως ἀρίστη πάντων τῶν ῥηθήσεσθαι μελλόντων ἀρχὴ τοῦ ζητου-