Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.518
Not analysed yet
μένου πράγματος ἡ ἔννοια. φρενῖτιν |οὖν ὀνομαζόντων πάντων ἀνθρώπων τὴν τοιαύτην διάθεσιν, ἐν ᾗ τὰς φρένας ὁρῶσι βεβλαμμένας, ἃς δὴ καὶ νοῦν καὶ διάνοιαν ὀνομάζουσιν, εὑρῆσθαι χρὴ πρότερον ἐν ᾧ τοῦ σώματος μορίῳ τὸ φρονοῦν τῆς ψυχῆς ἐστιν. ἐπιδέδεικται δ' ἡμῖν πρῶτον τοῦτο ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων, ὥστε ἀπ' αὐτοῦ νῦν ἀρξάμενοι διὰ κεφαλαίων εἴπωμεν οἷον ἐπιτομήν τινα τῶν ἐν τῇ Περὶ τῶν πεπονθότων τόπων πραγματείᾳ γεγραμμένων. ἀναγκαῖον γὰρ εἶναί φημι τῇ τε βλάβῃ τῶν ἐνεργειῶν τοῦ πεπονθότος μορίου καὶ τοῖς κατ' αὐτὸ φαινομένοις εὑρίσκεσθαι τὴν διάθεσιν ἤτοι γ' ἀρχομένην ἢ συντετελεσμένην. εἴρηται δέ μοι καὶ πρόσθεν, ὡς τὰ τῆς ἀρχομένης γνωρίσματα προγνωστικὰ σημεῖα τῆς ἤδη συμπεπληρωμένης ἐστί. τίνα τοίνυν ἔργα τοῦ ἐγκεφάλου κατὰ φύσιν ἔχοντός ἐστιν ὁ γνοὺς ἐκ τῆς βλάβης αὐτῶν εὑρίσκειν δυνήσεται πρῶτον μὲν ὅτι πέπονθεν, εἶθ' ὁποῖόν τι τὸ πάθος ἐστὶν αὐτό. εὑρέθη δὲ ἡμῖν ταῦτα ἥ τε κατὰ προαίρεσιν ἐνέργεια καὶ διανόησις αἴσθησίς τε καὶ μνήμη.