Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.519
Not analysed yet
τούτων οὖν αἱ βλάβαι τὸν |ἐγκέφαλον ἐνδείξονται πάσχοντα τοιοῦτον πάθος, οἷον ἂν εἴη τὸ τῆς βλάβης εἶδος. οἷον αὐτίκα τῶν κατὰ προαίρεσιν ἐνεργειῶν ὄργανα μὲν οἱ μύες εἰσίν· γίνονται δ' αὗται τοῖς διά τε τῶν χειρῶν καὶ σκελῶν ἐνεργοῦσιν καὶ τὴν κεφαλὴν καὶ ῥάχιν κινοῦσιν διαλεγομένοις τε καὶ φωνοῦσιν καὶ ἀναπνέουσιν. ἐδείχθη γὰρ καὶ ἥδε ἡ ἐνέργεια τὴν πρώτην ἀρχὴν τῆς κινήσεως ἔχουσα διὰ τῶν ἀπ' ἐγκεφάλου νεύρων ἐπὶ τοὺς τοῦ θώρακος μῦς ἀφικνουμένων. ὅταν οὖν τις ἐνέργεια τῶν εἰρημένων φαίνηται βεβλαμμένη, ζητητέον ἐστί σοι, πότερον ἴδιον τὸ πάθος ἐστὶ τῶν ἐργαζομένων αὐτὴν μυῶν ἢ διὰ τὴν ἀπὸ τῆς ἀρχῆς ἀφικνουμένην ἐν αὐτοῖς δύναμιν ἡ βλάβη γίγνεται· εἶτ' ἂν εὕρῃς, ὅτι διὰ τὴν ἀπὸ τῆς ἀρχῆς, ὑπόπτευε εὑρεθήσεσθαί τι νόσημα τῆς ἀρχῆς αὐτῆς, ἐὰν ἡ φαινομένη βλάβη μὴ μικρὰ καὶ τὴν αὔξησιν ἀξιόλογον ἔχῃ, οἷον, ἵνα σαφὴς ὁ λόγος γένηται, τῆς ἀναπνοῆς ὑπὸ τῶν κατὰ τὸν θώρακα μυῶν γιγνομένης, ὅταν ἀπαθεῖς ὦσιν οἱ τοιοῦτοι, ζήτησον, μή τι τῶν ἄλλων