Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.530
Not analysed yet
εἰ καὶ κατὰ τὴν ἐπιφάνειαν ἐπαύσατο, πυ|ρέττειν ἡμῶν λεγόντων οὐ μόνον τὸν κατὰ τὸ δέρμα καὶ τὴν ἐκτὸς ἐπιφάνειαν ἔχοντα πυρώδη θερμασίαν, ἀλλὰ καὶ πολὺ μᾶλλον τούτου τοὺς ἐν τῷ βάθει τε καὶ τοῖς σπλάγχνοις. ὁ μὲν οὖν ὀλέθριος καῦσος τὰ μὲν ἔνδον ἐκκαίει, τὰ δ' ἔξωθεν οὐδὲ μετρίως θερμαίνει. καὶ μέμνηται τοῦ τοιούτου πυρετοῦ κατὰ τοὺς Ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης, ἐν ᾧ φησιν· "ἢν ἐν μὴ διαλείποντι πυρετῷ τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δ' ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον". τὸ δ' ἐφιδροῦν, ἐπειδὴ ποτὲ μὲν ἐπὶ <τῶν ἐν> τοῖς κατὰ κεφαλὴν ἢ θώρακα χωρίοις ἱδρώτων γιγνομένων εἰώθασι λέγειν, ἐνίοτε δὲ ἐπὶ τῶν δι' ὅλου μὲν τοῦ σώματος, ἀλλ' ὀλίγων, ὁποτέρως δἂν ᾖ νῦν εἰρημένον, οὐκ ἀγαθόν ἐστι σημεῖον· οἱ μὲν γὰρ δι' ὅλου τοῦ σώματος ἱδρῶτες †ἤτοι ἐπ' ὀλίγον οὕτω γιγνόμενοι, διότι μὴ λύουσιν τὴν καθ' ὑποχόνδριον φλόγωσιν, οὐκ ἀγαθόν, οἱ δ' ἐν τοῖς ἄνω μέρεσιν, ἐπειδὴ κατὰ διττὸν γίγνονται τρόπον ἢ ἀρρωστούσης τῆς δυνάμεως ἢ βαρυνομένης ὑπὸ πλήθους |***